PENDIENTES 1º  BACHILLERATO

NOTA: Para la correcta visualización de estos ejercicios en el navegador se requiere tener instalada en Windows una fuente de letras de Griego diacrítico (por ejemplo Vusillus Old Face u otra similar).

EJERCICIOS

UNIDAD 1

1.  Οἱ θεοὶ οὐ βροτοὶ, ἀλλὰ ἄμβροτοι εἰσίν.
2.  Δίκαιοί εἰσιν οἱ θεοὶ;
3.  Ὦ ᾿Αθηνᾶ, ἱερὰ καὶ θεία εἶ.
4.  ῾Ο ὕπνος τοῦ θανάτου ἀδελφός ἐστιν.
5.  ῾Η τῶν Μουσῶν γλῶττά ἐστι χαρίεσσα.
6.  Αἱ τῆς δεσποίνης θεράπαιναι τάλαιναί εἰσιν.
7.  ῾Η τόλμα οὐκ ἔστιν ἀεὶ ἀναγκαία.
8.  Πονηρὰ γλῶττα ἀεὶ αἰτία συμφορῶν ἐστιν.
9.  Αἱ τῶν κορῶν ψυχαὶ ἁγναί εἰσιν.
10. ᾿Αρετῆς μὲν μισθός ἐστιν ἔπαινος, κακίας δὲ ψόγος.
11. ῾Η τῆς μάχης ἀρχή δεινή ἐστιν.  

UNIDAD 2

1. ῾Η ἡσυχία φέρει εὐδαιμονίαν.
2.  Θαυμάζομεν τὴν τῶν μελιττῶν διαίταν.
3.  ῾Η ἡσυχία τίκτει τὴν τῆς ψυχῆς εἰρήνην.
4.  Οἱ σοφοὶ διδάσκουσι τὴν ἀρετήν.
5.  ῾Η νίκη ἄγει τὴν στρατιὰν ἀπὸ τῆς δεινῆς μάχης εἰς τὴν τῆς εἰρήνης ἠσυχίαν.
6.  ῾Η ἀνδρεία φέρει σωτερίαν ταῖς στρατιαῖς.
7.  ῾Η ἀνδρεία ἐστὶ τῇ στρατιᾷ ἀναγκαία.
8.  ῾Η ἑσπέρα φέρει ἡσυχίαν ἐν τῇ ἀγορᾷ καὶ ἐν ταῖς ἀγυιαῖς.
9.  ῾Η ἧττα ἐστὶν ἀεὶ πικρὰ ταῖς στρατιαῖς.
10.  Θύομεν ταῖς τῶν τεχνών Μούσαις.
11.  ῾Η μὲν παλαιὰ φιλία ἐστι πιστὴ καὶ βεβαία, ἡ δὲ νέα σφαλερά.
12.  Τοῖς ἀνθρώποις τοῖς πονηροῖς ὁ θάνατος φοβερός ἐστιν.
13.  Τὰ δένδρα καλά ἐστιν.
14.  ῾Η Αἴγυπτός ἐστι δῶρον τοῦ Νείλου ποταμοῦ.
15.  ῾Ο γεωργός τὰ δένδρα τέμνει.
16.  Τὰ τῶν πολεμίων τόξα ἐστιν φαρμάκου μεστά.

UNIDAD 3

1.  ῾Η τῶν Αἰνείου ναυτῶν τόλμα θαυμαστὴ ἐστίν.
2.  ῏Ω ἡλιασταί, τῶν πολιτῶν δικασταί ἐστε.
3.  Οἱ φιλόσοφοι τὸ δίκαιον καὶ τὸ ἄδικον, τὸ ἀγαθὸν καὶ τὸ κακὸν γιγνώσκουσιν,
4.  Δένδρα ἀγαθὰ καρπὸν καλὸν φέρει.
5.  ῾Ο ῾Ερμῆς τὰς ψυχὰς ἄγει εἰς ῞Αιδου (οἰκίαν).
6.  Οἱ νόμοι φυλάττουσι τὸν βίον τῶν πολιτῶν.
7.  ῾Οδός ἐστιν ἡ θάλαττα·  εἰς τὰς νήσους ἄγει.
8.  Τὰ τῶν στρατιωτῶν ὅπλα ἐστὶ καλά.
9.  Οἱ προδόται τὴν ἧτταν τῇ στρατιᾷ φέρουσιν.
10.  Οἱ τοξόται ἐνίοτε τοῖς ὁπλίταις βοήθειαν φέρουσιν.
11.  Οἱ Πέρσαι θύουσιν ἵππους τῷ ἡλίῳ.
12.  ῾Ο ἔπαινος τῶν πολιτῶν τοῖς ἀγαθοῖς ἔργοις ἆθλόν ἐστιν.
13.  Χαλεπὰ ἐστι τὰ τών δούλων ἔργα.
14.  Οἱ σπουδαῖοι μαθηταὶ ἀεὶ ἔντιμοί εἰσιν.
15.  ῾Η γῆ φέρει τοὺς καρποὺς ἀναγκαίους τῷ βίῳ καὶ τὰ μέταλλα χρήσιμα ταῖς τέχναις.
16.  Ταύτης τῆς νίκης ὅδε ὁ στρατηγὸς αἴτιός ἐστιν.
17.  ῞Ηδε ἡ ὁδὸς αὐτὴ ἄγει εἰς τὴν κώμην.

UNIDAD 4

1.  Οἱ Αἰθίοπες ἐσθίουσι τοὺς τῶν φοινίκων καρπούς.
2.  Οἱ  ῎Αραβες καλοὺς ἵππους καὶ καμήλους τρέφουσιν.
3.  Οἱ οἰκέται τὰς τοῦ κυρίου αἶγας θεραπεύουσιν.
4.  ῾Η τῶν περδίκων σὰρξ ἀγαθή ἐστιν.
5.  Οἱ γῦπες θηρεύουσι τοὺς κόρακας.
6.  Αἱ τῶν ἀλωπέκων καὶ γλαυκῶν οἰκίαι ἐν ταῖς ὕλαις εἰσίν.
7.  Τὸ ἐσθίειν λέγω ἀναγκαῖον εἶναι.
8.  ῾Η αὐτὴ γνώμη περὶ τῶν αὐτῶν πραγμάτων οὐκ ἐστὶν ἀεὶ τοῖς ᾿Αθηναίοις.
9.  ῾Ο ἄγγελος τάδε λέγει·  Πάρεστι Δαρεῖος σὺν τῷ στρατῷ.
10.  ῾Ρώμη μετὰ διανοίας χρηστή, ἄνευ δὲ ταύτης βλαβερά ἐστιν.
11.  ᾿Εν ἐκείνῃ τῇ μάχῃ οὗτοι οἱ στρατιῶται ἀνδρεῖοι καὶ ἱσχυροὶ εἰσίν.
12.  Οἱ κακοὶ οὐ μόνον τὸν οἶκον αὐτῶν φθείρουσιν ἀλλὰ καὶ τὸ σῶμα καὶ τὴν ψυχήν.
13.  Πολλάκις ἡ τῆς ψυχῆς ἀσθένεια τῆς τοῦ σώματος ἰσχύος ἀκόλουθός ἐστιν.
14.  ῾Ο σοφὸς φέρει ἐν ἑαυτῷ πάντα τὰ ἀγαθὰ καὶ τὰ χρήματα αὐτοῦ οὐκ ἔστιν ἀβέβαια.

UNIDAD 6

1. Διὰ τίνα αἰτίαν κλαίεις;
 
2. Τίνι φέρετε ταῦτα τὰ καλὰ δῶρα;
 
3.  Τί ὁ νόμος κελεύει;
 
4.  Οὐκ ἔστι κτῆμα ἄμεινον φίλου.
 
5.  ῾Η ᾿Αθηναίων πόλις πλεῖστα καὶ κάλλιστα θεάματα τοῖς ξένοις παρέχει.
 
6.  Οἱ μὲν Πέρσαι πλείονες τῶν ῾Ελλήνων ἐν Μαραθῶνι, οἱ δ᾿  ῞Ελληνες τῶν Περσῶν βελτίονες.
 
7.  ῾Ο θάνατος κοινὸς μὲν καὶ τοῖς χειρίστοις καὶ τοῖς βελτίστοις ἐστίν, φοβερώτερος δὲ τοῖς κακοῖς ἢ τοῖς αγαθοῖς.
 
8.  Τίνος εἰσὶν οἱ παῖδες ἐκεῖνοι;
 
9.  Τί πράττουσιν, τί λέγουσιν οἱ στρατιῶται; τίνα ἐστιν αὐτῶν τὰ ὅπλα;